Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.265 Joseph. AJ 14.270 (English) >>Joseph. AJ 14.275

14.268

Συνέβη δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ αἰτίας τοιαύτης· Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν Καίσαρος στρατηγῶν ἐπʼ αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως. 14.269τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος. 14.270χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δʼ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται. 14.271

Τοῦ δʼ ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα· 14.272καὶ λύσας τὴν πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους ἐπετίθει· μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου πραττόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.265 Joseph. AJ 14.270 (English) >>Joseph. AJ 14.275

Powered by PhiloLogic